Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 26.12 Dem. 26.15 (English) >>Dem. 26.19

26.14ἡδέως δʼ ἂν ἔγωγʼ αὐτὸν ἐρωτήσαιμι πότερʼ ἔννομον καὶ δικαίαν ἐποιήσατο τοῦ ψηφίσματος τὴν γραφὴν τοὐναντίον ἄδικον καὶ παράνομον. εἰ μὲν γὰρ ἀσύμφερον καὶ τῷ δήμῳ βλαβεράν, διʼ αὐτὸ τοῦτο δικαίως ἂν ἀποθάνοι· εἰ δὲ συμφέρουσαν καὶ τοῖς πολλοῖς ὠφέλιμον, διὰ τί νῦν τἀναντίʼ οἷς αὐτὸς ἔγραψας ψηφίζεσθαι τούτους ἀξιοῖς; ἀλλʼ οὔτʼ ἐκεῖνα δίκαια οὔτε ταῦτʼ ἔννομʼ οὐδὲ συμφέροντʼ ἐστὶν ὑμῖν. 26.15ὁρῶ δʼ ὑμᾶς ἔγωγʼ, ἄνδρες Ἀθηναῖοι, ταύτην ἔχοντας τὴν γνώμην καὶ περὶ ὑμῶν αὐτῶν· πολλὰς γὰρ ἐνδείξεις ἤδη κατεψηφίσασθʼ ἰδιωτῶν ἀνθρώπων. καίτοι πῶς οὐ δεινὸν ἐφʼ ὑμῶν μὲν αὐτῶν ἐξετάζεσθαι ἀκριβῶς τοὺς νόμους, ἐπὶ δὲ τῶν περιεργαζομένων τι καὶ κοινῇ πάντας ἐνοχλούντων καὶ προσποιουμένων ὑπὲρ τοὺς ἄλλους εἶναι ῥᾳθύμως οὕτως ἔχειν;

26.16οὐ γὰρ δή τινες ὑμῶν οὕτως ἔχουσιν, ὡς προσῆκον μὲν ταῦθʼ οὕτως ἔχειν ὡς ἐγὼ λέγω, διὰ δὲ τὴν ἐπιείκειαν τὴν Ἀριστογείτονος καὶ τὸ χρήσιμον αὐτὸν ὑμῖν εἶναι παροπτέον τι καὶ παρανομοῦντʼ αὐτόν. ὅτι μὲν γὰρ πονηρὸς καὶ τὸν τρόπον δεινῶς ἄδικος, ἱκανῶς ὑμῖν, ὡς ἔγωγʼ οἶμαι, ἐκ τῶν προειρημένων Λυκοῦργος ἐπιδέδειχεν· ὅτι δʼ οὐδὲ χρήσιμος, ἐξ αὐτῶν τῶν πολιτευμάτων ἄν τις αὐτοῦ θεωρήσειεν. 26.17τίνα γὰρ παραγαγὼν εἰς τὸ δικαστήριον, ὧν ᾐτιᾶτο, τούτων καὶ ᾕρηκεν καὶ εἷλεν; ποῖον πόρον ὑμῖν πεπόρικεν; τί ψήφισμα γέγραφεν πεισθέντες ὑμεῖς οὐ πάλιν μετανοῆσαι προείλεσθε; καὶ γὰρ ταῦτα· οὕτω σκαιός ἐστι καὶ βάρβαρος τὸν τρόπον ὥστε, ὅταν ὑμᾶς ἴδῃ πρός τινας ὀργισθέντας τι καὶ μᾶλλον τοῦ δέοντος παροξυνθέντας, τηνικαῦτα παρὰ τὴν ὀργὴν ὑμῶν τὰ βουλήματα λαβὼν τοῖς καιροῖς ἐναντιοῦται.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 26.12 Dem. 26.15 (English) >>Dem. 26.19

Powered by PhiloLogic